Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.347 Joseph. BJ 6.354 (English) >>Joseph. BJ 6.359

6.351

Πρὸς ταῦτα ἀποκρίνονται δεξιὰν μὲν μὴ δύνασθαι παρʼ αὐτοῦ λαβεῖν, ὀμωμοκέναι γὰρ μήποτε τοῦτο ποιήσειν, ἔξοδον δʼ ᾐτοῦντο διὰ τοῦ περιτειχίσματος μετὰ γυναικῶν καὶ τέκνων· ἀπελεύσεσθαι γὰρ εἰς τὴν ἔρημον καὶ καταλείψειν αὐτῷ τὴν πόλιν. 6.352πρὸς ταῦτα ἀγανακτήσας Τίτος, εἰ τύχην ἑαλωκότων ἔχοντες αἱρέσεις αὐτῷ προτείνουσι νενικηκότων, κηρῦξαι μὲν ἐκέλευσεν εἰς αὐτοὺς μήτε αὐτομολεῖν ἔτι μήτε δεξιὰν ἐλπίζειν, φείσεσθαι γὰρ οὐδενός, 6.353ἀλλὰ πάσῃ δυνάμει μάχεσθαι καὶ σώζειν ἑαυτοὺς ὅπως ἂν δύνωνται· πάντα γὰρ αὐτὸς ἤδη πράξειν πολέμου νόμῳ· τοῖς δὲ στρατιώταις ἐμπιπράναι καὶ διαρπάζειν ἐπέτρεψεν τὴν πόλιν. 6.354οἱ δὲ ἐκείνην μὲν ἐπέσχον τὴν ἡμέραν, τῇ δὲ ὑστεραίᾳ τό τε ἀρχεῖον καὶ τὴν ἄκραν καὶ τὸ βουλευτήριον καὶ τὸν Ὀφλᾶν καλούμενον ὑφῆψαν· 6.355καὶ προύκοψε τὸ πῦρ μέχρι τῶν Ἑλένης βασιλείων, δὴ κατὰ μέσην τὴν ἄκραν ἦν, ἐκαίοντο δὲ οἱ στενωποὶ καὶ αἱ οἰκίαι νεκρῶν ὑπὸ τοῦ λιμοῦ διεφθαρμένων πλήρεις. 6.356

Κατὰ ταύτην τὴν ἡμέραν οἵ τε Ἰζάτου βασιλέως υἱοὶ καὶ ἀδελφοί, πρὸς οἷς πολλοὶ τῶν ἐπισήμων δημοτῶν ἐκεῖ συνελθόντες, ἱκέτευσαν Καίσαρα δοῦναι δεξιὰν αὐτοῖς. δὲ καίτοι πρὸς πάντας τοὺς ὑπολοίπους διωργισμένος οὐκ ἤλλαξε τὸ ἦθος, δέχεται δὲ τοὺς ἄνδρας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.347 Joseph. BJ 6.354 (English) >>Joseph. BJ 6.359

Powered by PhiloLogic